Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.94 Joseph. AJ 3.99 (English) >>Joseph. AJ 3.104

3.97τοὺς δὲ σώφρονας καὶ μηδέτερον τῶν λεγομένων εἰς ἡδονὴν λαμβάνοντας ἰδίαν, καὶ τὸ θηρίοις περιπεσόντα ἀποθανεῖν ἀνθρώπινον ἡγουμένους καὶ τὸ ὑπὸ τοῦ θεοῦ πρὸς αὐτὸν μεταστῆναι διὰ τὴν προσοῦσαν ἀρετὴν εἰκὸς νομίζοντας, πρᾴως ἔχειν οὗτος λογισμὸς ἐποίει. 3.98προστάτου δὲ ἠρημῶσθαι καὶ κηδεμόνος ὑπολαμβάνοντες, οἵου τυχεῖν οὐκ ἂν ἄλλου δύναιντο, σφόδρα λυπούμενοι διετέλουν καὶ οὔτε ὑπονοεῖν αὐτοὺς εἴα τὸ προσδοκᾶν τι χρηστὸν περὶ τἀνδρὸς οὔτε μὴ λυπεῖσθαι καὶ κατηφεῖν ἠδύναντο. τὸ δὲ στρατόπεδον οὐκ ἐθάρρουν μετάγειν Μωυσέος αὐτοὺς ἐκεῖ παραμένειν προειρηκότος. 3.99

Ἤδη δὲ τεσσαράκοντα ἡμερῶν διεληλυθυιῶν καὶ τοσούτων νυκτῶν παρῆν οὐδενὸς σιτίου τῶν τοῖς ἀνθρώποις νενομισμένων γεγευμένος. χαρᾶς δʼ ἐνέπλησε τὴν στρατιὰν ἐπιφανείς, καὶ τὴν τοῦ θεοῦ πρόνοιαν ἣν εἶχε περὶ αὐτῶν ἀπεδήλου τόν τε τρόπον καθʼ ὃν εὐδαιμονήσουσι πολιτευόμενοι λέγων αὐτῷ κατὰ ταύτας ὑποθέσθαι τὰς ἡμέρας, 3.100καὶ σκηνὴν ὅτι βούλεται γενέσθαι αὐτῷ, εἰς ἣν κάτεισι πρὸς αὐτοὺς παραγινόμενος, ὅπως καὶ μεταβαίνοντες ἀλλαχοῦ ταύτην ἐπαγώμεθα καὶ μηκέτι δεώμεθα τῆς ἐπὶ τὸ Σιναῖον ἀνόδου, ἀλλʼ αὐτὸς ἐπιφοιτῶν τῇ σκηνῇ παρατυγχάνῃ ταῖς ἡμετέραις εὐχαῖς. 3.101γενήσεται δὲ σκηνὴ μέτροις τε καὶ κατασκευῇ οἷς αὐτὸς ὑπέδειξεν ὑμῶν ἀόκνως ἐχόντων πρὸς τὸ ἔργον. ταῦτʼ εἰπὼν δύο πλάκας αὐτοῖς ἐπιδείκνυσιν ἐγγεγραμμένους ἐχούσας τοὺς δέκα λόγους, ἐν ἑκατέρᾳ πέντε. καὶ χεὶρ ἦν ἐπὶ τῇ γραφῇ τοῦ θεοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.94 Joseph. AJ 3.99 (English) >>Joseph. AJ 3.104

Powered by PhiloLogic